1Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν,
φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι
καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν.
2ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν,
ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.
3σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ,
δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας.
4ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία
οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας.
5ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον
καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων
καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας.
6φιλάνθρωπον γὰρ πνεῦμα σοφία
καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ·
ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ θεὸς
καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς
καὶ τῆς γλώσσης ἀκουστής.
7ὅτι πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην,
καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς.
8διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ,
οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη.
9ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται,
λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς κύριον ἥξει
εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ·
10ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα,
καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
11Φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ
καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης·
ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται,
στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν.
12μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν
μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν·
13ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν
οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων.
14ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα,
καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου,
καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου
οὔτε ᾅδου βασίλειον ἐπὶ γῆς.
15δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν.
16Ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο αὐτόν,
φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησαν
καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν,
ὅτι ἄξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι.