1εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὀρθῶς
Ὀλίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμῶν,
καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου,
καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου.
2ὅτι αὐτοσχεδίως ἐγενήθημεν
καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες·
ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν,
καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν,
3οὗ σβεσθέντος τέφρα ἀποβήσεται τὸ σῶμα
καὶ τὸ πνεῦμα διαχυθήσεται ὡς χαῦνος ἀήρ.
4καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνῳ,
καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν·
καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης
καὶ ὡς ὁμίχλη διασκεδασθήσεται
διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου
καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα.
5σκιᾶς γὰρ πάροδος ὁ καιρὸς ἡμῶν,
καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν,
ὅτι κατεσφραγίσθη καὶ οὐδεὶς ἀναστρέφει.
6δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν
καὶ χρησώμεθα τῇ κτίσει ὡς ἐν νεότητι σπουδαίως·
7οἴνου πολυτελοῦς καὶ μύρων πλησθῶμεν,
καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἔαρος·
8στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθῆναι·
9μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας,
πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης,
ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.
10καταδυναστεύσωμεν πένητα δίκαιον,
μὴ φεισώμεθα χήρας
μηδὲ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους·
11ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης,
τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται.
12ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν
καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν
καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου
καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν·
13ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ
καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει·
14ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν,
βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος,
15ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ,
καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ·
16εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ,
καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν·
μακαρίζει ἔσχατα δικαίων καὶ ἀλαζονεύεται πατέρα θεόν.
17ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς,
καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ·
18εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς θεοῦ, ἀντιλήμψεται αὐτοῦ
καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων.
19ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν,
ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ
καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ·
20θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν,
ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.
21Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν·
ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν,
22καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ
οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος
οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων.
23ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπ᾽ ἀφθαρσίᾳ
καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν·
24φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον,
πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκείνου μερίδος ὄντες.