1Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
2Οἶδα ὅτι πάντα δύνασαι,
ἀδυνατεῖ δέ σοι οὐθέν.
3τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν;
φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν;
τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν,
μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην;
4ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω·
ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον.
5ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον,
νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε·
6διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην,
ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
7Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ιωβ εἶπεν ὁ κύριος Ελιφας τῷ Θαιμανίτῃ
Ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου·
οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν
ὥσπερ ὁ θεράπων μου Ιωβ.
8νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς
καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ιωβ,
καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν·
Ιωβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν,*
ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι·‡
εἰ μὴ γὰρ δι᾽ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς·
οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ιωβ. —
9ἐπορεύθη δὲ Ελιφας ὁ Θαιμανίτης καὶ Βαλδαδ ὁ Σαυχίτης καὶ Σωφαρ ὁ Μιναῖος
καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος,
καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιωβ.
10ὁ δὲ κύριος ηὔξησεν τὸν Ιωβ·
εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν·
ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ιωβ εἰς διπλασιασμόν.
11ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ
πάντα τὰ συμβεβηκότα αὐτῷ
καὶ ἦλθον πρὸς αὐτὸν
καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου·
φαγόντες δὲ καὶ πιόντες παρ᾽ αὐτῷ παρεκάλεσαν αὐτόν,
καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος·
ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον.
12ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ ἢ τὰ ἔμπροσθεν·
ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια,
κάμηλοι ἑξακισχίλιαι,
ζεύγη βοῶν χίλια,
ὄνοι θήλειαι νομάδες χίλιαι.
13γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς·
14καὶ ἐκάλεσεν τὴν μὲν πρώτην Ἡμέραν,
τὴν δὲ δευτέραν Κασίαν,
τὴν δὲ τρίτην Ἀμαλθείας κέρας·
15καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιωβ βελτίους αὐτῶν ἐν τῇ ὑπ᾽ οὐρανόν·
ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς.
16ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα,
τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ·*
καὶ εἶδεν Ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν·
17καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.‡
17aγέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾽ ὧν ὁ κύριος ἀνίστησιν.
17bΟὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου
ἐν μὲν γῇ κατοικῶν τῇ Αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ιδουμαίας καὶ Ἀραβίας,
προϋπῆρχεν δὲ αὐτῷ ὄνομα Ιωβαβ·
17cλαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα Εννων,
ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρε, τῶν Ησαυ υἱῶν υἱός, μητρὸς δὲ Βοσορρας,
ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Αβρααμ.
17dκαὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ, ἧς καὶ αὐτὸς ἦρξεν χώρας·
πρῶτος Βαλακ ὁ τοῦ Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα·
μετὰ δὲ Βαλακ Ιωβαβ ὁ καλούμενος Ιωβ·
μετὰ δὲ τοῦτον Ασομ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας·
μετὰ δὲ τοῦτον Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ.
17eοἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι·
Ελιφας τῶν Ησαυ υἱῶν Θαιμανων βασιλεύς,
Βαλδαδ ὁ Σαυχαίων τύραννος,
Σωφαρ ὁ Μιναίων βασιλεύς.