1οὐχ ἑόρακας αὐτὸν
οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας;
2οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι;
τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς;
3ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ,
εἰ πᾶσα ἡ ὑπ᾽ οὐρανὸν ἐμή ἐστιν;
4οὐ σιωπήσομαι δι᾽ αὐτόν,*
καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.‡
5τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ;
εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;
6πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει;
κύκλῳ ὀδόντων αὐτοῦ φόβος.
7τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι,
σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος·
8εἷς τοῦ ἑνὸς κολλῶνται,‡
πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν·
9ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται,*
συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν.‡
10ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος,
οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου.
11ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι
καὶ διαρριπτοῦνται ἐσχάραι πυρός·
12ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς
καμίνου καιομένης πυρὶ ἀνθράκων·
13ἡ ψυχὴ αὐτοῦ ἄνθρακες,
φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται.
14ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις,
ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια.
15σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται·*
καταχέει ἐπ᾽ αὐτόν, οὐ σαλευθήσεται.‡
16ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος,
ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος.
17στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν
ἐπὶ γῆς ἁλλομένοις.
18ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν*
δόρυ ἐπηρμένον καὶ θώρακα·‡
19ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα,
χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν·
20οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον,
ἥγηται μὲν πετροβόλον χόρτον·
21ὡς καλάμη ἐλογίσθησαν σφῦραι,‡
καταγελᾷ δὲ σεισμοῦ πυρφόρου.
22ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς,
πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ᾽ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος.
23ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον,
ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον,
24τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον·*
ἐλογίσατο ἄβυσσον εἰς περίπατον.‡
25οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ
πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου·
26πᾶν ὑψηλὸν ὁρᾷ,
αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.