1Καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ Ιωβ καὶ εἶπεν
2Μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ,*
ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν;‡
3Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
4Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον
ἀκούων τοιαῦτα οὐθὲν ὤν;
ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα;
χεῖρα θήσω ἐπὶ στόματί μου·
5ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
6Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους
7Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου,
ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι·
8μὴ ἀποποιοῦ μου τὸ κρίμα.
οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;
9ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου,
ἢ φωνῇ κατ᾽ αὐτὸν βροντᾷς;
10ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν,
δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι·
11ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ,
πᾶν δὲ ὑβριστὴν ταπείνωσον,
12ὑπερήφανον δὲ σβέσον,
σῆψον δὲ ἀσεβεῖς παραχρῆμα,
13κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν,
τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·
14ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι. —
15ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί·
χόρτον ἴσα βουσὶν ἐσθίει.
16ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ᾽ ὀσφύι,
ἡ δὲ δύναμις ἐπ᾽ ὀμφαλοῦ γαστρός·
17ἔστησεν οὐρὰν ὡς κυπάρισσον,
τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·
18αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι,
ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός.
19τοῦτ᾽ ἔστιν ἀρχὴ πλάσματος κυρίου,
πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
20ἐπελθὼν δὲ ἐπ᾽ ὄρος ἀκρότομον
ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ·
21ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται
παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον·
22σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα
σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου.
23ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ,*
πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ.
24ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν,*
ἐνσκολιευόμενος τρήσει ῥῖνα;‡ —
25ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ,
περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ;
26εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ,‡
ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;
27λαλήσει δέ σοι δεήσει,
ἱκετηρίᾳ μαλακῶς;
28θήσεται δὲ διαθήκην μετὰ σοῦ,
λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;
29παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ
ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;
30ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη,
μεριτεύονται δὲ αὐτὸν Φοινίκων γένη;
31πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρᾶς αὐτοῦ*
καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ.‡
32ἐπιθήσεις δὲ αὐτῷ χεῖρα
μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ,
καὶ μηκέτι γινέσθω.