1Προσθεὶς δὲ Ελιους ἔτι λέγει
2Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε·
ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις.
3ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν
ἔργοις δέ μου δίκαια ἐρῶ
4ἐπ᾽ ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα·
ἀδίκως συνίεις.
5γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον.*
δυνατὸς ἰσχύι καρδίας
6ἀσεβῆ οὐ μὴ ζωοποιήσει*
καὶ κρίμα πτωχῶν δώσει.
7οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ·*
καὶ μετὰ βασιλέων εἰς θρόνον*
καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.
8καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις*
συσχεθήσονται ἐν σχοινίοις πενίας,
9καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν*
καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.‡
10ἀλλὰ τοῦ δικαίου εἰσακούσεται·*
καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.
11ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν,*
συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς*
καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.‡
12ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον
καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
13καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν·*
οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.‡
14ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν,
ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,
15ἀνθ᾽ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον·
κρίμα δὲ πραέων ἐκθήσει.
16καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ·*
ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς·*
καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.‡
17οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,
18θυμὸς δὲ ἐπ᾽ ἀσεβεῖς ἔσται
δι᾽ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ᾽ ἀδικίαις.
19μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς
δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων,*
καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.
20μὴ ἐξελκύσῃς τὴν νύκτα*
τοῦ ἀναβῆναι λαοὺς ἀντ᾽ αὐτῶν·‡
21ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα·*
ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας.
22ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ·‡
τίς γάρ ἐστιν κατ᾽ αὐτὸν δυνάστης;
23τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα;
ἢ τίς ὁ εἴπας Ἔπραξεν ἄδικα;
24μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα,*
ὧν ἦρξαν ἄνδρες·
25πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ,‡
ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί.
26ἰδοὺ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα·*
ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.‡
27ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ,*
καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·
28ῥυήσονται παλαιώματα,‡
ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν.
28aὥραν ἔθετο κτήνεσιν,
οἴδασιν δὲ κοίτης τάξιν.
28bἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια
οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος;
29καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης,*
ἰσότητα σκηνῆς αὐτοῦ,
30ἰδοὺ ἐκτείνει ἐπ᾽ αὐτὸν ηδω*
καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.
31ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς,*
δώσει τροφὴν τῷ ἰσχύοντι.
32ἐπὶ χειρῶν ἐκάλυψεν φῶς*
καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·
33ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ·*
κτῆσις καὶ περὶ ἀδικίας.