1Ὑπολαβὼν δὲ Ελιους λέγει
2Τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι κυρίου;
3ἢ ἐρεῖς Τί ποιήσω ἁμαρτών;
4ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου.
5ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ.
6εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;
7ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ;* ἢ τί ἐκ χειρός σου λήμψεται;
8ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου,* καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.
9ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται,* βοήσονται ἀπὸ βραχίονος πολλῶν.
10καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με,‡ ὁ κατατάσσων φυλακὰς νυκτερινάς,
11ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ;
12ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ‡ καὶ ἀπὸ ὕβρεως πονηρῶν.
13ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν
14τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτόν, ὡς ἔστιν.
15καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος, ὀργὴν αὐτοῦ* καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα·
16καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ,* ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.‡