1Ἀγρυπνία πλούτου ἐκτήκει σάρκας,
καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον.
2μέριμνα ἀγρυπνίας ἀποστήσει νυσταγμόν,
καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον.
3ἐκοπίασεν πλούσιος ἐν συναγωγῇ χρημάτων
καὶ ἐν τῇ ἀναπαύσει ἐμπίμπλαται τῶν τρυφημάτων αὐτοῦ.
4ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου
καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται.
5Ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται,
καὶ ὁ διώκων διάφορα ἐν αὐτοῖς πλανηθήσεται.
6πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου,
καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.
7ξύλον προσκόμματός ἐστιν τοῖς ἐνθουσιάζουσιν αὐτῷ,
καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ.
8μακάριος πλούσιος, ὃς εὑρέθη ἄμωμος
καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη·
9τίς ἐστιν; καὶ μακαριοῦμεν αὐτόν·
ἐποίησεν γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ.
10τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη;
καὶ ἔσται αὐτῷ εἰς καύχησιν.
τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη,
καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν;
11στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ,
καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία.
12Ἐπὶ τραπέζης μεγάλης ἐκάθισας;
μὴ ἀνοίξῃς ἐπ᾽ αὐτῆς φάρυγγά σου
καὶ μὴ εἴπῃς Πολλά γε τὰ ἐπ᾽ αὐτῆς·
13μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός.
πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται;
διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.
14οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα
καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ.
15νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ
καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ.
16φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι
καὶ μὴ διαμασῶ, μὴ μισηθῇς.
17παῦσαι πρῶτος χάριν παιδείας
καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς·
18καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας,
πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.
19Ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον,
καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει.
20ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ·
ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετ᾽ αὐτοῦ.
πόνος ἀγρυπνίας καὶ χολέρας
καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου·
21καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν,
ἀνάστα ἔμεσον πόρρω, καὶ ἀναπαύσῃ.
22ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με,
καὶ ἐπ᾽ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου·
ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής,
καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ.
23λαμπρὸν ἐπ᾽ ἄρτοις εὐλογήσει χείλη,
καὶ ἡ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή.
24πονηρῷ ἐπ᾽ ἄρτῳ διαγογγύσει πόλις,
καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής.
25Ἐν οἴνῳ μὴ ἀνδρίζου·
πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος.
26κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ,
οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων.
27ἔφισον ζωῆς οἶνος ἀνθρώποις,
ἐὰν πίνῃς αὐτὸν ἐν μέτρῳ αὐτοῦ.
τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ;
καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις.
28ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς
οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης·
29πικρία ψυχῆς οἶνος πινόμενος πολὺς
ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι.
30πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα
ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.
31ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον
καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ·
λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ
καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει.