1Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ,
ἵνα εὐφρανθῇ ἐπ᾽ ἐσχάτων αὐτοῦ·
2ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ᾽ αὐτῷ
καὶ ἀνὰ μέσον γνωρίμων ἐπ᾽ αὐτῷ καυχήσεται·
3ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν
καὶ ἔναντι φίλων ἐπ᾽ αὐτῷ ἀγαλλιάσεται.
4ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὧς οὐκ ἀπέθανεν·
ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετ᾽ αὐτόν.
5ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη
καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη·
6ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον
καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν.
7περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ,
καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ.
8ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός,
καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.
9τιθήνησον τέκνον, καὶ ἐκθαμβήσει σε·
σύμπαιξον αὐτῷ, καὶ λυπήσει σε.
10μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς,
καὶ ἐπ᾽ ἐσχάτων γομφιάσεις τοὺς ὀδόντας σου.
11μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι·
12θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστιν νήπιος,
μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.
13παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ,
ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς.
14Κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει
ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.
15ὑγίεια καὶ εὐεξία βελτίων παντὸς χρυσίου,
καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος.
16οὐκ ἔστιν πλοῦτος βελτίων ὑγιείας σώματος,
καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας.
17κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν
καὶ ἀνάπαυσις αἰῶνος ἢ ἀρρώστημα ἔμμονον.
18ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ
θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ.
19τί συμφέρει κάρπωσις εἰδώλῳ;
οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ·
οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ κυρίου.
20βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων
ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων.
21Μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου
καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου.
22εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου,
καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.
23ἀπάτα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου
καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ·
πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη,
καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ.
24ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας,
καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.
25λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν
τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται.