1Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων
μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν·
2ἐὰν πληθύνωσιν, μὴ εὐφραίνου ἐπ᾽ αὐτοῖς,
εἰ μή ἐστιν φόβος κυρίου μετ᾽ αὐτῶν.
3μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν
καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν·
κρείσσων γὰρ εἷς ἢ χίλιοι
καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ.
4ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις,
φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται.
5Πολλὰ τοιαῦτα ἑόρακεν ὁ ὀφθαλμός μου,
καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου.
6ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ,
καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή.
7οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων,
οἳ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν·
8οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λωτ,
οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν·
9οὐκ ἠλέησεν ἔθνος ἀπωλείας
τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν
10καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν
τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν.
11Κἂν ᾖ εἷς σκληροτράχηλος,
θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται·
ἔλεος γὰρ καὶ ὀργὴ παρ᾽ αὐτῷ,
δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν.
12κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ·
ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ.
13οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός,
καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴ εὐσεβοῦς.
14πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον,
ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει.
17Μὴ εἴπῃς ὅτι Ἀπὸ κυρίου κρυβήσομαι,
καὶ ἐξ ὕψους τίς μου μνησθήσεται;
ἐν λαῷ πλείονι οὐ μὴ γνωσθῶ,
τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει;
18ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ,
ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευθήσονται·
19ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς
ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συσσείονται.
20καὶ ἐπ᾽ αὐτοῖς οὐ διανοηθήσεται καρδία,
καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται;
21καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος,
τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις.
22ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ;
ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη.
23ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα,
καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά.
24Ἄκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην
καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου·
25ἐκφανῶ ἐν σταθμῷ παιδείαν
καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην.
26Ἐν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ ἀπ᾽ ἀρχῆς,
καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλεν μερίδας αὐτῶν.
27ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ
καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν·
οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν
καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν·
28ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψεν,
καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ.
29καὶ μετὰ ταῦτα κύριος εἰς τὴν γῆν ἐπέβλεψεν
καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ·
30ψυχῇ παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς,
καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.