1Ὁ φοβούμενος κύριον ποιήσει αὐτό,
καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν·
2καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ
καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν·
3ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως
καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν·
4στηριχθήσεται ἐπ᾽ αὐτὴν καὶ οὐ μὴ κλιθῇ,
καὶ ἐπ᾽ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·
5καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ
καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτοῦ·
6εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει
καὶ ὄνομα αἰῶνος κατακληρονομήσει.
7οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι,
καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·
8μακράν ἐστιν ὑπερηφανίας,
καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.
9Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ,
ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη·
10ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος,
καὶ ὁ κύριος εὐοδώσει αὐτόν.
11μὴ εἴπῃς ὅτι Διὰ κύριον ἀπέστην·
ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσει.
12μὴ εἴπῃς ὅτι Αὐτός με ἐπλάνησεν·
οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.
13πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος,
καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.
14αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον
καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.
15ἐὰν θέλῃς, συντηρήσεις ἐντολὰς
καὶ πίστιν ποιῆσαι εὐδοκίας.
16παρέθηκέν σοι πῦρ καὶ ὕδωρ·
οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου.
17ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος,
καὶ ὃ ἐὰν εὐδοκήσῃ, δοθήσεται αὐτῷ.
18ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου·
ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα,
19καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν,
καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου.
20οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν
καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.