PSALMI SALOMONIS 12
Τῷ Σαλωμων· ἐν γλώσσῃ παρανόμων.
1Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ,
ἀπὸ γλώσσης παρανόμου καὶ ψιθύρου
καὶ λαλούσης ψευδῆ καὶ δόλια.
2ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηροῦ
ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ.
3ἡ παροικία αὐτοῦ ἐμπρῆσαι οἴκους ἐν γλώσσῃ ψευδεῖ,
ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους,
συγχέαι οἴκους ἐν πολέμῳ χείλεσιν ψιθύροις.
4Μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ,
καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων κύριον·
ἐν πυρὶ φλογὸς γλῶσσα ψίθυρος ἀπόλοιτο ἀπὸ ὁσίων.
5φυλάξαι κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους,
καὶ κατευθύναι κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ.
6τοῦ κυρίου ἡ σωτηρία ἐπὶ Ισραηλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα·
καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου κυρίου ἅπαξ,
καὶ ὅσιοι κυρίου κληρονομήσαισαν ἐπαγγελίας κυρίου.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart