PSALMI SALOMONIS 11
Τῷ Σαλωμων· εἰς προσδοκίαν.
1Σαλπίσατε ἐν Σιων ἐν σάλπιγγι σημασίας ἁγίων,
κηρύξατε ἐν Ιερουσαλημ φωνὴν εὐαγγελιζομένου·
ὅτι ἠλέησεν ὁ θεὸς Ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
2στῆθι, Ιερουσαλημ, ἐφ᾽ ὑψηλοῦ καὶ ἰδὲ τὰ τέκνα σου
ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ὑπὸ κυρίου.
3ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν,
ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός.
4ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς,
οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν·
5οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν,
πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός,
6ἵνα παρέλθῃ Ισραηλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν.
7Ἔνδυσαι, Ιερουσαλημ, τὰ ἱμάτια τῆς δόξης σου,
ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου·
ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι.
8ποιήσαι κύριος ἃ ἐλάλησεν ἐπὶ Ισραηλ καὶ Ιερουσαλημ,
ἀναστήσαι κύριος τὸν Ισραηλ ἐν ὀνόματι δόξης αὐτοῦ·
9τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart