PSALMI 125
1Ὠιδὴ τῶν ἀναβαθμῶν.
Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων
ἐγενήθημεν ὡς παρακεκλημένοι.
2τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν
καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.
τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν
Ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ᾽ αὐτῶν.
3ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ᾽ ἡμῶν,
ἐγενήθημεν εὐφραινόμενοι.
4ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν
ὡς χειμάρρους ἐν τῷ νότῳ.
5οἱ σπείροντες ἐν δάκρυσιν
ἐν ἀγαλλιάσει θεριοῦσιν.
6πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον
αἴροντες τὰ σπέρματα αὐτῶν·
ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει
αἴροντες τὰ δράγματα αὐτῶν.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart