PSALMI 124
1Ὠιδὴ τῶν ἀναβαθμῶν.
Οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιων·
οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ιερουσαλημ.
2ὄρη κύκλῳ αὐτῆς,
καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
3ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν
ἐπὶ τὸν κλῆρον τῶν δικαίων,
ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι
ἐν ἀνομίᾳ χεῖρας αὐτῶν.
4ἀγάθυνον, κύριε, τοῖς ἀγαθοῖς
καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ·
5τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς
ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
εἰρήνη ἐπὶ τὸν Ισραηλ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart