PSALMI 122
1Ὠιδὴ τῶν ἀναβαθμῶν.
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου
τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.
2ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν,
ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,
οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν,
ἕως οὗ οἰκτιρήσαι ἡμᾶς.
3ἐλέησον ἡμᾶς, κύριε, ἐλέησον ἡμᾶς,
ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως,
4ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν,
καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart