IUDICES 8
1καὶ εἶπαν πρὸς Γεδεων ἀνὴρ Εφραιμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιαμ; καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς. 2καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καθὼς ὑμεῖς; ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς Εφραιμ ἢ τρυγητὸς Αβιεζερ; 3ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ· καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ᾽ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον.4Καὶ ἦλθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ᾽ αὐτοῦ πεινῶντες καὶ διώκοντες. 5καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ Δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσίν μου, ὅτι ἐκλείπουσιν, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεε καὶ Σελμανα βασιλέων Μαδιαμ. 6καὶ εἶπον οἱ ἄρχοντες Σοκχωθ Μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νῦν ἐν χειρί σου; οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους. 7καὶ εἶπεν Γεδεων Διὰ τοῦτο ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σελμανα ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς αβαρκηνιν. 8καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὡσαύτως, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχωθ. 9καὶ εἶπεν Γεδεων πρὸς ἄνδρας Φανουηλ Ἐν ἐπιστροφῇ μου μετ᾽ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω. — 10καὶ Ζεβεε καὶ Σελμανα ἐν Καρκαρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ᾽ αὐτῶν ὡσεὶ δέκα πέντε χιλιάδες, πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων, καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν. 11καὶ ἀνέβη Γεδεων ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Ναβαι καὶ Ιεγεβαλ· καὶ ἐπάταξεν τὴν παρεμβολήν, καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα. 12καὶ ἔφυγον Ζεβεε καὶ Σελμανα, καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιαμ, τὸν Ζεβεε καὶ τὸν Σελμανα, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησεν. — 13καὶ ἐπέστρεψεν Γεδεων υἱὸς Ιωας ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Αρες. 14καὶ συνέλαβεν παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τῶν ἀρχόντων Σοκχωθ καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας. 15καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἶπεν Ἰδοὺ Ζεβεε καὶ Σελμανα, ἐν οἷς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν τοῖς ἐκλείπουσιν ἄρτους; 16καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως. 17καὶ τὸν πύργον Φανουηλ κατέστρεψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως. — 18καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σελμανα Ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβωρ; καὶ εἶπαν Ὡς σύ, ὣς αὐτοὶ εἰς ὁμοίωμα υἱοῦ βασιλέως. 19καὶ εἶπεν Γεδεων Ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῇ κύριος, εἰ ἐζωογονήκειτε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς. 20καὶ εἶπεν Ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ Ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασεν τὸ παιδάριον τὴν ῥομφαίαν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἦν. 21καὶ εἶπεν Ζεβεε καὶ Σελμανα Ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου. καὶ ἀνέστη Γεδεων καὶ ἀπέκτεινεν τὸν Ζεβεε καὶ τὸν Σελμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
22Καὶ εἶπον ἀνὴρ Ισραηλ πρὸς Γεδεων Κύριε, ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου, ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιαμ. 23καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν· κύριος ἄρξει ὑμῶν. 24καὶ εἶπεν Γεδεων πρὸς αὐτούς Αἰτήσομαι παρ᾽ ὑμῶν αἴτημα καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι Ισμαηλῖται ἦσαν. 25καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ. 26καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν, ὧν ᾔτησεν, χίλιοι καὶ πεντακόσιοι χρυσοῖ πάρεξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιαμ καὶ ἐκτὸς τῶν περιθεμάτων, ἃ ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν. 27καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εφωθ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ Εφραθα· καὶ ἐξεπόρνευσεν πᾶς Ισραηλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεων καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον. 28καὶ συνεστάλη Μαδιαμ ἐνώπιον υἱῶν Ισραηλ καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη ἐν ἡμέραις Γεδεων. — 29καὶ ἐπορεύθη Ιεροβααλ υἱὸς Ιωας καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ. 30καὶ τῷ Γεδεων ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπεπορευμένοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ. 31καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχεμ· καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἔθηκεν τὸ ὄνομα αὐτοῦ Αβιμελεχ. 32καὶ ἀπέθανεν Γεδεων υἱὸς Ιωας ἐν πόλει αὐτοῦ καὶ ἐτάφη ἐν τῷ τάφῳ Ιωας τοῦ πατρὸς αὐτοῦ ἐν Εφραθα Αβιεσδρι.
33Καὶ ἐγένετο καθὼς ἀπέθανεν Γεδεων, καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλιμ καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βααλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν. 34καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ κυρίου τοῦ θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν. 35καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ιεροβααλ (αὐτός ἐστιν Γεδεων) κατὰ πάντα τὰ ἀγαθά, ἃ ἐποίησεν μετὰ Ισραηλ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart