1ἐργάτης μέθυσος οὐ πλουτισθήσεται·
ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται.
2οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς,
καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται·
3σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν,
καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται.
4Ὁ ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ,
καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει.
5ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται,
6καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ.
7μηδέποτε δευτερώσῃς λόγον,
καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ.
8ἐν φίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ,
καὶ εἰ μή ἐστίν σοι ἁμαρτία, μὴ ἀποκάλυπτε·
9ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε,
καὶ ἐν καιρῷ μισήσει σε.
10ἀκήκοας λόγον; συναποθανέτω σοι·
θάρσει, οὐ μή σε ῥήξει.
11ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς
ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.
12βέλος πεπηγὸς ἐν μηρῷ σαρκός,
οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.
13Ἔλεγξον φίλον, μήποτε οὐκ ἐποίησεν,
καὶ εἴ τι ἐποίησεν, μήποτε προσθῇ.
14ἔλεγξον τὸν πλησίον, μήποτε οὐκ εἶπεν,
καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ.
15ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολή,
καὶ μὴ παντὶ λόγῳ πίστευε.
16ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς,
καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ;
17ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι
καὶ δὸς τόπον νόμῳ ὑψίστου.
20Πᾶσα σοφία φόβος κυρίου,
καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου·
22καὶ οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη,
καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις.
23ἔστιν πανουργία καὶ αὕτη βδέλυγμα,
καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ·
24κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος
ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον.
25ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος,
καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα.
26ἔστιν πονηρευόμενος συγκεκυφὼς μελανίᾳ,
καὶ τὰ ἐντὸς αὐτοῦ πλήρη δόλου·
27συγκρύφων πρόσωπον καὶ ἐθελοκωφῶν,
ὅπου οὐκ ἐπεγνώσθη, προφθάσει σε·
28καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν,
ἐὰν εὕρῃ καιρόν, κακοποιήσει.
29ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ,
καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων·
30στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων
καὶ βήματα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.