1Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται,
καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ.
2βάρος ὑπὲρ σὲ μὴ ἄρῃς
καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει.
τί κοινωνήσει χύτρα πρὸς λέβητα;
αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται.
3πλούσιος ἠδίκησεν, καὶ αὐτὸς προσενεβριμήσατο·
πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται.
4ἐὰν χρησιμεύσῃς, ἐργᾶται ἐν σοί·
καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε.
5ἐὰν ἔχῃς, συμβιώσεταί σοι
καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει.
6χρείαν ἔσχηκέν σου, καὶ ἀποπλανήσει σε
καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα·
λαλήσει σοι καλὰ καὶ ἐρεῖ Τίς ἡ χρεία σου;
7καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ,
ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς,
καὶ ἐπ᾽ ἐσχάτων καταμωκήσεταί σου·
μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε
καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί.
8πρόσεχε μὴ ἀποπλανηθῇς
καὶ μὴ ταπεινωθῇς ἐν ἀφροσύνῃ σου.
9Προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου,
καὶ τόσῳ μᾶλλόν σε προσκαλέσεται·
10μὴ ἔμπιπτε, μὴ ἀπωσθῇς,
καὶ μὴ μακρὰν ἀφίστω, ἵνα μὴ ἐπιλησθῇς.
11μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ᾽ αὐτοῦ
καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ·
ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε
καὶ ὡς προσγελῶν ἐξετάσει σε.
12ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους
καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν.
13συντήρησον καὶ πρόσεχε σφοδρῶς,
ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς.
15Πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ
καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ·
16πᾶσα σὰρξ κατὰ γένος συνάγεται,
καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.
17τί κοινωνήσει λύκος ἀμνῷ;
οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ.
18τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα;
καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;
19κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ·
οὕτως νομαὶ πλουσίων πτωχοί.
20βδέλυγμα ὑπερηφάνῳ ταπεινότης·
οὕτως βδέλυγμα πλουσίῳ πτωχός.
21πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων,
ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων.
22πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες·
ἐλάλησεν ἀπόρρητα, καὶ ἐδικαίωσαν αὐτόν.
ταπεινὸς ἔσφαλεν, καὶ προσεπετίμησαν αὐτῷ·
ἐφθέγξατο σύνεσιν, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.
23πλούσιος ἐλάλησεν, καὶ πάντες ἐσίγησαν
καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν.
πτωχὸς ἐλάλησεν καὶ εἶπαν Τίς οὗτος;
κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.
24ἀγαθὸς ὁ πλοῦτος, ᾧ μή ἐστιν ἁμαρτία,
καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς.
25Καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ,
ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά.
26ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν,
καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπων.