PSALMI 92
1Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται ἡ γῆ· αἶνος ᾠδῆς τῷ Δαυιδ.
Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο,
ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο·
καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
2ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε,
ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.
3ἐπῆραν οἱ ποταμοί, κύριε,
ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν·
4ἀπὸ φωνῶν ὑδάτων πολλῶν
θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης,
θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος.
5τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα·
τῷ οἴκῳ σου πρέπει ἁγίασμα, κύριε,
εἰς μακρότητα ἡμερῶν.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart