PSALMI 81
1Ψαλμὸς τῷ Ασαφ.
Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν,
ἐν μέσῳ δὲ θεοὺς διακρίνει
2Ἕως πότε κρίνετε ἀδικίαν
καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
διάψαλμα.
3κρίνατε ὀρφανὸν καὶ πτωχόν,
ταπεινὸν καὶ πένητα δικαιώσατε·
4ἐξέλεσθε πένητα καὶ πτωχόν,
ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.
5οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν,
ἐν σκότει διαπορεύονται·
σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς.
6ἐγὼ εἶπα Θεοί ἐστε
καὶ υἱοὶ ὑψίστου πάντες·
7ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε
καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.
8ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν,
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart