PSALMI 8
1Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυιδ.
2Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ,
ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.
3ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον
ἕνεκα τῶν ἐχθρῶν σου
τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
4ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου,
σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.
5τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ,
ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
6ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους,
δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν·
7καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου,
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
8πρόβατα καὶ βόας πάσας,
ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,
9τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης,
τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
10κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart