PSALMI 46
1Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός.
2Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας,
ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως,
3ὅτι κύριος ὕψιστος φοβερός,
βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
4ὑπέταξεν λαοὺς ἡμῖν
καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
5ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,
τὴν καλλονὴν Ιακωβ, ἣν ἠγάπησεν.
διάψαλμα.
6ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ,
κύριος ἐν φωνῇ σάλπιγγος.
7ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε,
ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,
8ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός,
ψάλατε συνετῶς.
9ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη,
ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
10ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Αβρααμ,
ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς, σφόδρα ἐπήρθησαν.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart