1Τοῦ Δαυιδ.
Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην
καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω.
2δοκίμασόν με, κύριε, καὶ πείρασόν με,
πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
3ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν,
καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
4οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος
καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω·
5ἐμίσησα ἐκκλησίαν πονηρευομένων
καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
6νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου
καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε,
7τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως
καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
8κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου
καὶ τόπον σκηνώματος δόξης σου.
9μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου
καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,
10ὧν ἐν χερσὶν ἀνομίαι,
ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
11ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην·
λύτρωσαί με καὶ ἐλέησόν με.
12ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι·
ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε.