PSALMI 112
1Αλληλουια.
Αἰνεῖτε, παῖδες, κύριον,
αἰνεῖτε τὸ ὄνομα κυρίου·
2εἴη τὸ ὄνομα κυρίου εὐλογημένον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος·
3ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν
αἰνεῖτε τὸ ὄνομα κυρίου.
4ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος,
ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
5τίς ὡς κύριος ὁ θεὸς ἡμῶν
ὁ ἐν ὑψηλοῖς κατοικῶν
6καὶ τὰ ταπεινὰ ἐφορῶν
ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ;
7ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν
καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα
8τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων,
μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·
9ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ
μητέρα τέκνων εὐφραινομένην.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart