ODAE 13
Προσευχὴ Συμεων.
29Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,
κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ,
30ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
32φῶς εἰς ἀποκάλυψιν ἐθνῶν
καὶ δόξαν λαοῦ σου Ισραηλ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart