1ἔστιν γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ, ὅθεν διηθεῖται.
2σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.
3τάξιν ἔθετο σκότει,* καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται·* λίθος σκοτία καὶ σκιὰ θανάτου,
4διακοπὴ χειμάρρου ἀπὸ κονίας·‡ οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν.
5γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος,* ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.
6τόπος σαπφείρου οἱ λίθοι αὐτῆς,* καὶ χῶμα, χρυσίον αὐτῷ.
7τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν,* καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός·
8οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων,* οὐ παρῆλθεν ἐπ᾽ αὐτῆς λέων.
9ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ,‡ κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη·
10δίνας δὲ ποταμῶν ἔρρηξεν, πᾶν δὲ ἔντιμον εἶδέν μου ὁ ὀφθαλμός·
11βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς.
12ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης;
13οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις.
14ἄβυσσος εἶπεν Οὐκ ἔστιν ἐν ἐμοί·* καὶ θάλασσα εἶπεν Οὐκ ἔστιν μετ᾽ ἐμοῦ.
15οὐ δώσει συγκλεισμὸν ἀντ᾽ αὐτῆς,* καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς·
16καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ωφιρ,* ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ·
17οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος* καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ·
18μετέωρα καὶ γαβις οὐ μνησθήσεται,* καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα·
19οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας,* χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.‡
20ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως;
21λέληθεν πάντα ἄνθρωπον* καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη·
22ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν‡ Ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
23ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς·
24αὐτὸς γὰρ τὴν ὑπ᾽ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν,
25ἀνέμων σταθμὸν ὕδατός τε μέτρα·
26ὅτε ἐποίησεν οὕτως, ὑετὸν ἠρίθμησεν* καὶ ὁδὸν ἐν τινάγματι φωνάς·
27τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν,‡ ἑτοιμάσας ἐξιχνίασεν.
28εἶπεν δὲ ἀνθρώπῳ Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.