IEREMIAS 18
1Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων 2Ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. 3καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· 4καὶ διέπεσεν τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει, ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι. 5καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 6Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ισραηλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσίν μου. 7πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν, 8καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· 9καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, 10καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς. 11καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ Ἰδοὺ ἐγὼ πλάσσω ἐφ᾽ ὑμᾶς κακὰ καὶ λογίζομαι ἐφ᾽ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν. 12καὶ εἶπαν Ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν. 13διὰ τοῦτο τάδε λέγει κύριος Ἐρωτήσατε δὴ ἐν ἔθνεσιν Τίς ἤκουσεν τοιαῦτα φρικτά, ἃ ἐποίησεν σφόδρα παρθένος Ισραηλ; 14μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; 15ὅτι ἐπελάθοντό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν· καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν 16τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι δι᾽ αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτῶν. 17ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.
18Καὶ εἶπαν Δεῦτε λογισώμεθα ἐπὶ Ιερεμιαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ. — 19εἰσάκουσόν μου, κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου. 20εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά; ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθὰ τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπ᾽ αὐτῶν. 21διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ. 22γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπ᾽ αὐτοὺς λῃστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπ᾽ ἐμέ. 23καὶ σύ, κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ᾽ ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart