1καὶ εἶπεν ΙουδιθἘξάρχετε τῷ θεῷ μου ἐν τυμπάνοις,
ᾄσατε τῷ κυρίῳ ἐν κυμβάλοις,
ἐναρμόσασθε αὐτῷ ψαλμὸν καὶ αἶνον,
ὑψοῦτε καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ,
2ὅτι θεὸς συντρίβων πολέμους κύριος,
ὅτι εἰς παρεμβολὰς αὐτοῦ ἐν μέσῳ λαοῦ
ἐξείλατό με ἐκ χειρὸς καταδιωκόντων με.
3ἦλθεν Ασσουρ ἐξ ὀρέων ἀπὸ βορρᾶ,
ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ,
ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξεν χειμάρρους,
καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψεν βουνούς·
4εἶπεν ἐμπρήσειν τὰ ὅριά μου
καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομφαίᾳ
καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος
καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν
καὶ τὰς παρθένους μου σκυλεῦσαι.
5κύριος παντοκράτωρ ἠθέτησεν αὐτοὺς
ἐν χειρὶ θηλείας.
6οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων,
οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν,
οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ,
ἀλλὰ Ιουδιθ θυγάτηρ Μεραρι
ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν,
7ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτῆς
εἰς ὕψος τῶν πονούντων ἐν Ισραηλ,
ἠλείψατο τὸ πρόσωπον αὐτῆς ἐν μυρισμῷ
8καὶ ἐδήσατο τὰς τρίχας αὐτῆς ἐν μίτρᾳ
καὶ ἔλαβεν στολὴν λινῆν εἰς ἀπάτην αὐτοῦ·
9τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀφθαλμὸν αὐτοῦ,
καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισεν ψυχὴν αὐτοῦ,
διῆλθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτοῦ.
10ἔφριξαν Πέρσαι τὴν τόλμαν αὐτῆς,
καὶ Μῆδοι τὸ θράσος αὐτῆς ἐταράχθησαν·
11τότε ἠλάλαξαν οἱ ταπεινοί μου,
καὶ ἐφοβήθησαν οἱ ἀσθενοῦντές μου καὶ ἐπτοήθησαν,
ὕψωσαν τὴν φωνὴν αὐτῶν καὶ ἀνετράπησαν·
12υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς
καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον αὐτούς,
ἀπώλοντο ἐκ παρατάξεως κυρίου μου.
13ὑμνήσω τῷ θεῷ μου ὕμνον καινόν
Κύριε, μέγας εἶ καὶ ἔνδοξος,
θαυμαστὸς ἐν ἰσχύι, ἀνυπέρβλητος.
14σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου·
ὅτι εἶπας, καὶ ἐγενήθησαν·
ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ᾠκοδόμησεν·
καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου.
15ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασιν σαλευθήσεται,
πέτραι δ᾽ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται·
ἔτι δὲ τοῖς φοβουμένοις σε,
σὺ εὐιλατεύσεις αὐτοῖς.
16ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας,
καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι·
ὁ δὲ φοβούμενος τὸν κύριον μέγας διὰ παντός.
17οὐαὶ ἔθνεσιν ἐπανιστανομένοις τῷ γένει μου·
κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως
δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν,
καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰῶνος.
18Ὡς δὲ ἤλθοσαν εἰς Ιερουσαλημ, προσεκύνησαν τῷ θεῷ, καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαός, ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν καὶ τὰ ἑκούσια αὐτῶν καὶ τὰ δόματα. 19καὶ ἀνέθηκεν Ιουδιθ πάντα τὰ σκεύη Ολοφέρνου, ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ, καὶ τὸ κωνώπιον, ὃ ἔλαβεν ἑαυτῇ ἐκ τοῦ κοιτῶνος αὐτοῦ, εἰς ἀνάθημα τῷ θεῷ ἔδωκεν. 20καὶ ἦν ὁ λαὸς εὐφραινόμενος ἐν Ιερουσαλημ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς, καὶ Ιουδιθ μετ᾽ αὐτῶν κατέμεινεν.
21Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ Ιουδιθ ἀπῆλθεν εἰς Βαιτυλουα καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς· καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ. 22καὶ πολλοὶ ἐπεθύμησαν αὐτήν, καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς, ἀφ᾽ ἧς ἡμέρας ἀπέθανεν Μανασσης ὁ ἀνὴρ αὐτῆς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. 23καὶ ἦν προβαίνουσα μεγάλη σφόδρα καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε· καὶ ἀφῆκεν τὴν ἅβραν αὐτῆς ἐλευθέραν. καὶ ἀπέθανεν εἰς Βαιτυλουα, καὶ ἔθαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς Μανασση, 24καὶ ἐπένθησεν αὐτὴν οἶκος Ισραηλ ἡμέρας ἑπτά. καὶ διεῖλεν τὰ ὑπάρχοντα αὐτῆς πρὸ τοῦ ἀποθανεῖν αὐτὴν πᾶσι τοῖς ἔγγιστα Μανασση τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῖς ἔγγιστα τοῦ γένους αὐτῆς. 25καὶ οὐκ ἦν ἔτι ὁ ἐκφοβῶν τοὺς υἱοὺς Ισραηλ ἐν ταῖς ἡμέραις Ιουδιθ καὶ μετὰ τὸ ἀποθανεῖν αὐτὴν ἡμέρας πολλάς.