1Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἔτη ἑπτά. 2καὶ κατίσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ μάνδρας ἐν τοῖς ὄρεσιν καὶ τοῖς σπηλαίοις καὶ τοῖς ὀχυρώμασιν. 3καὶ ἐγένετο ὅταν ἔσπειρεν ἀνὴρ Ισραηλ, καὶ ἀνέβαινεν Μαδιαμ καὶ Αμαληκ καὶ οἱ υἱοὶ ἀνατολῶν καὶ ἀνέβαινον ἐπ᾽ αὐτόν· 4καὶ παρενέβαλλον ἐπ᾽ αὐτοὺς καὶ διέφθειραν τὰ ἐκφόρια τῆς γῆς ἕως τοῦ ἐλθεῖν εἰς Γάζαν καὶ οὐχ ὑπελείποντο ὑπόστασιν ζωῆς ἐν Ισραηλ καὶ ποίμνιον καὶ μόσχον καὶ ὄνον· 5ὅτι αὐτοὶ καὶ τὰ κτήνη αὐτῶν ἀνέβαινον καὶ τὰς σκηνὰς αὐτῶν παρέφερον καὶ παρεγίνοντο ὡς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, καὶ παρεγίνοντο ἐν τῇ γῇ Ισραηλ τοῦ διαφθείρειν αὐτήν. 6καὶ ἐπτώχευσεν Ισραηλ σφόδρα ἀπὸ προσώπου Μαδιαμ, καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον. 7καὶ ἐγένετο ἐπεὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον διὰ Μαδιαμ, 8καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ισραηλ, καὶ εἶπεν αὐτοῖς Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ἐγώ εἰμι ὁ ἀναβιβάσας ὑμᾶς ἐξ Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας 9καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν 10καὶ εἶπα ὑμῖν Ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Αμορραίου, ἐν οἷς ὑμεῖς ἐνοικεῖτε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.
11Καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν τὴν οὖσαν ἐν Εφραθα τὴν τοῦ Ιωας πατρὸς Αβιεζρι, καὶ Γεδεων ὁ υἱὸς αὐτοῦ ἐρράβδιζεν πυροὺς ἐν ληνῷ τοῦ ἐκφυγεῖν ἐκ προσώπου Μαδιαμ. 12καὶ ὤφθη αὐτῷ ἄγγελος κυρίου καὶ εἶπεν πρὸς αὐτόν Κύριος μετὰ σοῦ, δυνατὸς τῇ ἰσχύι. 13καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Ἐν ἐμοί, κύριε, καὶ εἰ ἔστιν κύριος μεθ᾽ ἡμῶν, ἵνα τί εὗρεν ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες Οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος; καὶ νῦν ἀπώσατο ἡμᾶς καὶ παρέδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιαμ. 14καὶ ἐπέβλεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἶπεν αὐτῷ Πορεύου ἐν τῇ ἰσχύι σου καὶ σώσεις τὸν Ισραηλ, καὶ ἰδοὺ ἐξαπέστειλά σε. 15καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Ἐν ἐμοί, κύριε, ἐν τίνι σώσω τὸν Ισραηλ; ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασση, καὶ ἐγώ εἰμι μικρὸς ἐν τῷ οἴκῳ τοῦ πατρός μου. 16καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα. 17καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Καὶ εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σημεῖον ὅτι σὺ λαλεῖς μετ᾽ ἐμοῦ· 18μὴ κινηθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ οἴσω τὴν θυσίαν μου καὶ θήσω ἐνώπιόν σου. καὶ εἶπεν Ἐγώ εἰμι καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε. 19καὶ Γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἐπέθηκεν ἐπὶ τὸ κανοῦν καὶ τὸν ζωμὸν ἐνέχεεν εἰς χύτραν καὶ ἐξήνεγκεν πρὸς αὐτὸν ὑπὸ τὴν δρῦν καὶ προσεκύνησεν. 20καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου Λαβὲ τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἔκχεον· καὶ ἐποίησεν οὕτως. 21καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων, καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος κυρίου ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτοῦ. 22καὶ εἶδεν Γεδεων ὅτι ἄγγελος κυρίου ἐστίν, καὶ εἶπεν Γεδεων Ἆ ἆ, κύριε κύριε, ὅτι εἶδον τὸν ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον. 23καὶ εἶπεν αὐτῷ κύριος Εἰρήνη σοι, μὴ φοβοῦ μὴ ἀποθάνῃς. 24καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐκάλεσεν αὐτὸ Εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Εφραθα πατρὸς τοῦ Εζρι.
25Καὶ ἐγενήθη τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος Λαβὲ τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρός σου, μόσχον τὸν ἑπταετῆ, καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βααλ, ὅ ἐστιν τοῦ πατρός σου, καὶ τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ ἐκκόψεις· 26καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου τῷ ὀφθέντι σοι ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Μαωζ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους, οὗ ἐκκόψεις. 27καὶ ἔλαβεν Γεδεων τρεῖς καὶ δέκα ἄνδρας ἀπὸ τῶν δούλων αὐτοῦ καὶ ἐποίησεν καθὰ ἐλάλησεν πρὸς αὐτὸν κύριος· καὶ ἐγένετο ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως μὴ ποιῆσαι ἡμέρας, καὶ ἐποίησεν νυκτός. 28καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί, καὶ ἰδοὺ κατεσκαμμένον τὸ θυσιαστήριον τοῦ Βααλ, καὶ τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ ἐκκεκομμένον, καὶ ὁ μόσχος ὁ σιτευτὸς ἀνηνεγμένος εἰς ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον. 29καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο; καὶ ἀνήταζον καὶ ἐξεζήτουν καὶ εἶπαν Γεδεων ὁ υἱὸς Ιωας ἐποίησεν τὸ πρᾶγμα τοῦτο. 30καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας Ἐξάγαγε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ἔκοψεν τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ. 31καὶ εἶπεν Ιωας πρὸς τοὺς ἄνδρας τοὺς ἑσταμένους ἐπ᾽ αὐτόν Μὴ ὑμεῖς νῦν δικάζεσθε περὶ τοῦ Βααλ; ἢ ὑμεῖς σῴζετε αὐτόν; ὃς ἀντεδίκησεν αὐτόν, ἀποθανεῖται ἕως πρωί· εἰ ἔστιν θεός, αὐτὸς ἐκδικήσει αὐτόν, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ. 32καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Δικαστήριον τοῦ Βααλ, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ.
33Καὶ πᾶσα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ διέβησαν καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ιεζραελ. 34καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν Γεδεων, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐβόησεν Αβιεζερ ὀπίσω αὐτοῦ. 35καὶ ἀγγέλους ἐξαπέστειλεν ἐν παντὶ Μανασση καὶ ἐβόησεν καὶ αὐτὸς ὀπίσω αὐτοῦ· καὶ ἐξαπέστειλεν ἀγγέλους ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ ἐν Νεφθαλι, καὶ ἀνέβησαν εἰς συνάντησιν αὐτοῦ. 36καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ, ὃν τρόπον ἐλάλησας, 37ἰδοὺ ἐγὼ ἀπερείδομαι τὸν πόκον τῶν ἐρίων ἐν τῷ ἅλωνι, καὶ ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, καὶ γνώσομαι ὅτι σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ, ὃν τρόπον ἐλάλησας. 38καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισεν Γεδεων τῇ ἐπαύριον καὶ ἀπεπίασεν τὸν πόκον, καὶ ἀπερρύη ἡ δρόσος ἐκ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος. 39καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Μὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· καὶ πειράσω ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενηθήτω ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος. 40καὶ ἐποίησεν ὁ θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν ἐγένετο δρόσος.