IUDICES 14
1Καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἶδεν γυναῖκα ἐν Θαμναθα ἐκ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ ἤρεσεν ἐνώπιον αὐτοῦ. 2καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν Γυναῖκα ἑώρακα ἐν Θαμναθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων, καὶ νῦν λάβετέ μοι αὐτὴν εἰς γυναῖκα. 3καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ Μὴ οὐκ ἔστιν ἀπὸ τῶν θυγατέρων τῶν ἀδελφῶν σου καὶ ἐν παντὶ τῷ λαῷ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἐκ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ Ταύτην λαβέ μοι, ὅτι ἤρεσεν ἐν ὀφθαλμοῖς μου. 4καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν, ὅτι ἀνταπόδομα αὐτὸς ἐκζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀλλόφυλοι ἐκυρίευον τῶν υἱῶν Ισραηλ. 5καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθα. καὶ ἐξέκλινεν εἰς ἀμπελῶνα Θαμναθα, καὶ ἰδοὺ σκύμνος λεόντων ὠρυόμενος εἰς ἀπάντησιν αὐτοῦ· 6καὶ κατηύθυνεν ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου, καὶ διέσπασεν αὐτόν, ὡσεὶ διασπάσαι ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ οὐδὲ τῇ μητρὶ ἃ ἐποίησεν. 7καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί, καὶ ἤρεσεν ἐνώπιον Σαμψων. 8καὶ ἐπέστρεψεν μεθ᾽ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συστροφὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι ἦν. 9καὶ ἐξεῖλεν αὐτὸ εἰς τὸ στόμα αὐτοῦ καὶ ἐπορεύθη πορευόμενος καὶ ἔσθων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς, καὶ ἔφαγον· καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἐκ τῆς ἕξεως τοῦ λέοντος ἐξεῖλεν τὸ μέλι. 10καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα· καὶ ἐποίησεν ἐκεῖ Σαμψων πότον ἡμέρας ἑπτά, ὅτι οὕτως ἐποίουν οἱ νεανίσκοι. 11καὶ ἐγένετο ἐν τῷ φοβεῖσθαι αὐτοὺς αὐτὸν προσκατέστησαν αὐτῷ ἑταίρους τριάκοντα, καὶ ἦσαν μετ᾽ αὐτοῦ. 12καὶ εἶπεν αὐτοῖς Σαμψων Προβαλῶ ὑμῖν πρόβλημα, καὶ ἐὰν ἀπαγγείλητέ μοι τὸ πρόβλημα ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολάς· 13καὶ ἐὰν μὴ δυνασθῆτε ἀπαγγεῖλαί μοι, καὶ δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων. καὶ εἶπαν αὐτῷ Προβαλοῦ τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτοῦ. 14καὶ εἶπεν αὐτοῖς
Ἐκ τοῦ ἔσθοντος ἐξῆλθεν βρῶσις,
καὶ ἐξ ἰσχυροῦ ἐξῆλθεν γλυκύ.
καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας. 15καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψων Ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μήποτε ἐμπυρίσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἦ πτωχεῦσαι ἐκαλέσατε ἡμᾶς; 16καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων ἐπ᾽ αὐτὸν καὶ εἶπεν αὐτῷ Μεμίσηκάς με καὶ οὐκ ἠγάπηκάς με, ὅτι τὸ πρόβλημα, ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, κἀμοὶ οὐκ ἀπήγγειλας αὐτό. καὶ εἶπεν αὐτῇ Σαμψων Ἰδοὺ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγειλα αὐτό, καὶ σοὶ ἀπαγγελῶ; 17καὶ ἔκλαυσεν ἐπ᾽ αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας, ἐν αἷς ἦν ἐν αὐταῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρηνώχλησεν αὐτόν· καὶ αὐτὴ ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς. 18καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὶν δῦναι τὸν ἥλιον
Τί γλυκύτερον μέλιτος,
καὶ τί ἰσχυρότερον λέοντος;
καὶ εἶπεν αὐτοῖς Σαμψων
Εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν,
οὐκ ἂν εὕρετε τὸ πρόβλημά μου.
19καὶ κατεύθυνεν ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου, καὶ κατέβη εἰς Ἀσκαλῶνα καὶ ἔπαισεν ἐκεῖθεν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰς στολὰς αὐτῶν καὶ ἔδωκεν τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα. καὶ ἐθυμώθη ὀργῇ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ. 20καὶ συνῴκησεν ἡ γυνὴ Σαμψων τῷ νυμφαγωγῷ αὐτοῦ, ὃς ἦν ἑταῖρος αὐτοῦ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart