REGNORUM IV 16
1Ἐν ἔτει ἑπτακαιδεκάτῳ Φακεε υἱοῦ Ρομελιου ἐβασίλευσεν Αχαζ υἱὸς Ιωαθαμ βασιλέως Ιουδα. 2υἱὸς εἴκοσι ἐτῶν ἦν Αχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ. καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου θεοῦ αὐτοῦ πιστῶς ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ 3καὶ ἐπορεύθη ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ βασιλέως Ισραηλ καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ, 4καὶ ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. — 5τότε ἀνέβη Ραασσων βασιλεὺς Συρίας καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ εἰς Ιερουσαλημ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ Αχαζ καὶ οὐκ ἐδύναντο πολεμεῖν. 6ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψεν Ραασσων βασιλεὺς Συρίας τὴν Αιλαθ τῇ Συρίᾳ καὶ ἐξέβαλεν τοὺς Ιουδαίους ἐξ Αιλαθ, καὶ Ιδουμαῖοι ἦλθον εἰς Αιλαθ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης. 7καὶ ἀπέστειλεν Αχαζ ἀγγέλους πρὸς Θαγλαθφελλασαρ βασιλέα Ἀσσυρίων λέγων Δοῦλός σου καὶ υἱός σου ἐγώ, ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ισραηλ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμέ. 8καὶ ἔλαβεν Αχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ βασιλεῖ δῶρα. 9καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων, καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ραασσων ἐθανάτωσεν. — 10καὶ ἐπορεύθη βασιλεὺς Αχαζ εἰς ἀπαντὴν τῷ Θαγλαθφελλασαρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν. καὶ εἶδεν τὸ θυσιαστήριον ἐν Δαμασκῷ, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ πρὸς Ουριαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ· 11καὶ ᾠκοδόμησεν Ουριας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα, ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ ἐκ Δαμασκοῦ. 12καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον καὶ ἀνέβη ἐπ᾽ αὐτὸ 13καὶ ἐθυμίασεν τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ καὶ προσέχεεν τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον. 14καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἀπέναντι κυρίου καὶ προσήγαγεν ἀπὸ προσώπου τοῦ οἴκου κυρίου ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου κυρίου καὶ ἔδωκεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βορρᾶν. 15καὶ ἐνετείλατο ὁ βασιλεὺς Αχαζ τῷ Ουρια τῷ ἱερεῖ λέγων Ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωινὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινὴν καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα θυσίας ἐπ᾽ αὐτὸ προσχεεῖς· καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωί. 16καὶ ἐποίησεν Ουριας ὁ ἱερεὺς κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Αχαζ. 17καὶ συνέκοψεν ὁ βασιλεὺς Αχαζ τὰ συγκλείσματα τῶν μεχωνωθ καὶ μετῆρεν ἀπ᾽ αὐτῶν τὸν λουτῆρα καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην. 18καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ κυρίου καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων. — 19καὶ τὰ λοιπὰ τῶν λόγων Αχαζ, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 20καὶ ἐκοιμήθη Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart