REGNORUM I 18
6Καὶ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυιδ ἐκ πασῶν πόλεων Ισραηλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις, 7καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον
Ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ
καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ.
8καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαουλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπεν Τῷ Δαυιδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας. 9καὶ ἦν Σαουλ ὑποβλεπόμενος τὸν Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. 12καὶ ἐφοβήθη Σαουλ ἀπὸ προσώπου Δαυιδ 13καὶ ἀπέστησεν αὐτὸν ἀπ᾽ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον, καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ. 14καὶ ἦν Δαυιδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνίων, καὶ κύριος μετ᾽ αὐτοῦ. 15καὶ εἶδεν Σαουλ ὡς αὐτὸς συνίει σφόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ. 16καὶ πᾶς Ισραηλ καὶ Ιουδας ἠγάπα τὸν Δαυιδ, ὅτι αὐτὸς ἐξεπορεύετο καὶ εἰσεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ.
20Καὶ ἠγάπησεν Μελχολ ἡ θυγάτηρ Σαουλ τὸν Δαυιδ, καὶ ἀπηγγέλη Σαουλ, καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς αὐτοῦ. 21καὶ εἶπεν Σαουλ Δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαουλ χεὶρ ἀλλοφύλων· 22καὶ ἐνετείλατο Σαουλ τοῖς παισὶν αὐτοῦ λέγων Λαλήσατε ὑμεῖς λάθρᾳ τῷ Δαυιδ λέγοντες Ἰδοὺ ὁ βασιλεὺς θέλει ἐν σοί, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ. 23καὶ ἐλάλησαν οἱ παῖδες Σαουλ εἰς τὰ ὦτα Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εἶπεν Δαυιδ Εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος. 24καὶ ἀπήγγειλαν οἱ παῖδες Σαουλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησεν Δαυιδ. 25καὶ εἶπεν Σαουλ Τάδε ἐρεῖτε τῷ Δαυιδ Οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλ᾽ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι εἰς ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαουλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοφύλων. 26καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαουλ τῷ Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυιδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ. 27καὶ ἀνέστη Δαυιδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχολ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. 28καὶ εἶδεν Σαουλ ὅτι κύριος μετὰ Δαυιδ καὶ πᾶς Ισραηλ ἠγάπα αὐτόν, 29καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυιδ ἔτι.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart