REGNORUM III 5
1Καὶ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βασιλεῖ Σαλωμων καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσιν λόγον· καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον, οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ. 2καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμων ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου 3καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν, σιτευτά. 4ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν.
9Καὶ ἔδωκεν κύριος φρόνησιν τῷ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν, 10καὶ ἐπληθύνθη Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου 11καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ Γαιθαν τὸν Εζραΐτην καὶ τὸν Αιμαν καὶ τὸν Χαλκαλ καὶ Δαρδα υἱοὺς Μαλ. 12καὶ ἐλάλησεν Σαλωμων τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι. 13καὶ ἐλάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων. 14καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμων, καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ.
14aΚαὶ ἔλαβεν Σαλωμων τὴν θυγατέρα Φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ιερουσαλημ. 14bτότε ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργαβ, καὶ ἔδωκεν αὐτὰς Φαραω ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμων, καὶ Σαλωμων ᾠκοδόμησεν τὴν Γαζερ.
15Καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμων ἀντὶ Δαυιδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιραμ τὸν Δαυιδ πάσας τὰς ἡμέρας. 16καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ λέγων 17Σὺ οἶδας Δαυιδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ. 18καὶ νῦν ἀνέπαυσε κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἀπάντημα πονηρόν. 19καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου, καθὼς ἐλάλησεν κύριος ὁ θεὸς πρὸς Δαυιδ τὸν πατέρα μου λέγων Ὁ υἱός σου, ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. 20καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου, καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου· καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα, ὅσα ἐὰν εἴπῃς, ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι. 21καὶ ἐγενήθη καθὼς ἤκουσεν Χιραμ τῶν λόγων Σαλωμων, ἐχάρη σφόδρα καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς σήμερον, ὃς ἔδωκεν τῷ Δαυιδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον. 22καὶ ἀπέστειλεν πρὸς Σαλωμων λέγων Ἀκήκοα περὶ πάντων, ὧν ἀπέσταλκας πρός με· ἐγὼ ποιήσω πᾶν θέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα· 23οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου, οὗ ἐὰν ἀποστείλῃς πρός με, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου. 24καὶ ἦν Χιραμ διδοὺς τῷ Σαλωμων κέδρους καὶ πᾶν θέλημα αὐτοῦ. 25καὶ Σαλωμων ἔδωκεν τῷ Χιραμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχιρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βεθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμων τῷ Χιραμ κατ᾽ ἐνιαυτόν. 26καὶ κύριος ἔδωκεν σοφίαν τῷ Σαλωμων, καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιραμ καὶ ἀνὰ μέσον Σαλωμων, καὶ διέθεντο διαθήκην ἀνὰ μέσον ἑαυτῶν. — 27καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς Ισραηλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν. 28καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι, μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου. 29καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει 30χωρὶς ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῶν Σαλωμων, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα. 32καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart