2Τότε εἶπεν Δαυιδ Οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ᾽ ἢ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος. 3καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ. 4καὶ συνήγαγεν Δαυιδ τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας. 5τῶν υἱῶν Κααθ· Ουριηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι. 6τῶν υἱῶν Μεραρι· Ασαια ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι πεντήκοντα. 7τῶν υἱῶν Γηρσαμ· Ιωηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν πεντήκοντα. 8τῶν υἱῶν Ελισαφαν· Σαμαιας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι. 9τῶν υἱῶν Χεβρων· Ελιηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα. 10τῶν υἱῶν Οζιηλ· Αμιναδαβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δέκα δύο. — 11καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας, τὸν Ουριηλ, Ασαια, Ιωηλ, Σαμαιαν, Ελιηλ, Αμιναδαβ, 12καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ οὗ ἡτοίμασα αὐτῇ· 13ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι. 14καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ισραηλ. 15καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾽ αὐτούς. — 16καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν Στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν, νάβλαις καὶ κινύραις καὶ κυμβάλοις, τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης. 17καὶ ἔστησαν οἱ Λευῖται τὸν Αιμαν υἱὸν Ιωηλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ασαφ υἱὸς Βαραχια, καὶ ἐκ τῶν υἱῶν Μεραρι ἀδελφῶν αὐτοῦ Αιθαν υἱὸς Κισαιου. 18καὶ μετ᾽ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας, οἱ πυλωροί. 19καὶ οἱ ψαλτῳδοί· Αιμαν, Ασαφ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι· 20Ζαχαριας καὶ Οζιηλ, Σεμιραμωθ, Ιιηλ, Ωνι, Ελιαβ, Μασαιας, Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ· 21καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ τοῦ ἐνισχῦσαι. 22καὶ Χωνενια ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν. 23καὶ Βαραχια καὶ Ηλκανα πυλωροὶ τῆς κιβωτοῦ. 24καὶ Σοβνια καὶ Ιωσαφατ καὶ Ναθαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ.