TOBIAS 1
1Βίβλος λόγων Τωβιθ τοῦ Τωβιηλ τοῦ Ανανιηλ τοῦ Αδουηλ τοῦ Γαβαηλ τοῦ Ραφαηλ τοῦ Ραγουηλ ἐκ τοῦ σπέρματος Ασιηλ ἐκ φυλῆς Νεφθαλιμ, 2ὃς ᾐχμαλωτεύθη ἐν ταῖς ἡμέραις Ενεμεσσαρου τοῦ βασιλέως τῶν Ἀσσυρίων ἐκ Θισβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεφθαλιμ ἐν τῇ ἄνω Γαλιλαίᾳ ὑπεράνω Ασσηρ ὀπίσω ὁδοῦ δυσμῶν ἡλίου ἐξ ἀριστερῶν Φογωρ.
3Ἐγὼ Τωβιθ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ ἐν δικαιοσύναις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει μου τοῖς πορευθεῖσιν μετ᾽ ἐμοῦ ἐν τῇ αἰχμαλωσίᾳ εἰς τὴν χώραν τῶν Ἀσσυρίων εἰς Νινευη. 4καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν γῇ Ισραηλ καὶ ὅτε ἤμην νέος, πᾶσα ἡ φυλὴ Νεφθαλιμ τοῦ πατρός μου ἀπέστησαν ἀπὸ τοῦ οἴκου Δαυιδ τοῦ πατρός μου καὶ ἀπὸ Ιερουσαλημ πόλεως τῆς ἐκλεγείσης ἐκ πασῶν φυλῶν Ισραηλ εἰς τὸ θυσιάζειν πάσαις φυλαῖς Ισραηλ· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ θεοῦ καὶ ᾠκοδομήθη ἐν αὐτῇ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. 5πάντες οἱ ἀδελφοί μου καὶ ὁ οἶκος Νεφθαλιμ τοῦ πατρός μου, ἐθυσίαζον ἐκεῖνοι τῷ μόσχῳ, ὃν ἐποίησεν Ιεροβεαμ ὁ βασιλεὺς Ισραηλ ἐν Δαν, ἐπὶ πάντων ὀρέων τῆς Γαλιλαίας. 6κἀγὼ μονώτατος ἐπορευόμην πολλάκις εἰς Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς, καθὼς γέγραπται ἐν παντὶ Ισραηλ ἐν προστάγματι αἰωνίῳ· τὰς ἀπαρχὰς καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας τῶν κτηνῶν καὶ τὰς πρωτοκουρίας τῶν προβάτων ἔχων ἀπέτρεχον εἰς Ιεροσόλυμα 7καὶ ἐδίδουν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων πρὸς τὸ θυσιαστήριον καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ ἐλαίου καὶ ῥοῶν καὶ τῶν σύκων καὶ τῶν λοιπῶν ἀκροδρύων τοῖς υἱοῖς Λευι τοῖς θεραπεύουσιν ἐν Ιερουσαλημ. καὶ τὴν δεκάτην τὴν δευτέραν ἀπεδεκάτιζον ἀργυρίῳ τῶν ἓξ ἐτῶν καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιερουσαλημ καθ᾽ ἕκαστον ἐνιαυτόν. 8καὶ ἐδίδουν αὐτὰ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις καὶ προσηλύτοις τοῖς προσκειμένοις τοῖς υἱοῖς Ισραηλ εἰσέφερον καὶ ἐδίδουν αὐτοῖς ἐν τῷ τρίτῳ ἔτει καὶ ἠσθίομεν αὐτὰ κατὰ τὸ πρόσταγμα τὸ προστεταγμένον περὶ αὐτῶν ἐν τῷ νόμῳ Μωσῆ καὶ κατὰ τὰς ἐντολάς, ἃς ἐνετείλατο Δεββωρα ἡ μήτηρ Ανανιηλ τοῦ πατρὸς ἡμῶν, ὅτι ὀρφανὸν κατέλιπέν με ὁ πατὴρ καὶ ἀπέθανεν. 9καὶ ὅτε ἐγενήθην ἀνήρ, ἔλαβον γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς υἱὸν καὶ ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Τωβιαν. 10μετὰ τὸ αἰχμαλωτισθῆναί με εἰς Ἀσσυρίους καὶ ὅτε ᾐχμαλωτίσθην, εἰς Νινευη ἐπορευόμην· καὶ πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν, 11ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν ἐκ τῶν ἄρτων τῶν ἐθνῶν. 12καὶ ὅτε ἐμεμνήμην τοῦ θεοῦ μου ἐν ὅλῃ ψυχῇ μου, 13καὶ ἔδωκέν μοι ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ενεμεσσαρου, καὶ ἠγόραζον αὐτῷ πάντα τὰ πρὸς τὴν χρῆσιν· 14καὶ ἐπορευόμην εἰς Μηδίαν καὶ ἠγόραζον αὐτῷ ἐκεῖθεν ἕως αὐτὸν ἀποθανεῖν. καὶ παρεθέμην Γαβαήλῳ βαλλάντια τῷ ἀδελφῷ τῷ Γαβρι ἐν τῇ χώρᾳ τῆς Μηδίας, ἀργυρίου τάλαντα δέκα.
15Καὶ ὅτε ἀπέθανεν Ενεμασσαρ καὶ ἐβασίλευσεν Σενναχηριμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ, καὶ αἱ ὁδοὶ τῆς Μηδίας ἀπέστησαν, καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν. 16ἐν ταῖς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου τοῖς ἐκ τοῦ γένους μου· 17τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἴ τινα τῶν ἐκ τοῦ ἔθνους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευη, ἔθαπτον αὐτόν. 18καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ, ὅτε ἀπῆλθεν φεύγων ἐκ τῆς Ιουδαίας ἐν ἡμέραις τῆς κρίσεως, ἧς ἐποίησεν ἐξ αὐτοῦ ὁ βασιλεὺς τοῦ οὐρανοῦ περὶ τῶν βλασφημιῶν, ὧν ἐβλασφήμησεν, ἔθαψα· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ ἐκ τῶν υἱῶν Ισραηλ, καὶ ἔκλεπτον τὰ σώματα αὐτῶν καὶ ἔθαπτον· καὶ ἐζήτησεν αὐτὰ Σενναχηριμ καὶ οὐχ εὗρεν αὐτά. 19καὶ ἐπορεύθη εἷς τις τῶν ἐκ τῆς Νινευη καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι ἐγὼ θάπτω αὐτούς, καὶ ἐκρύβην· καὶ ὅτε ἐπέγνων ὅτι ἔγνω περὶ ἐμοῦ ὁ βασιλεὺς καὶ ὅτι ζητοῦμαι τοῦ ἀποθανεῖν, ἐφοβήθην καὶ ἀπέδρασα. 20καὶ ἡρπάγη πάντα, ὅσα ὑπῆρχέν μοι, καὶ οὐ κατελείφθη μοι οὐδέν, ὃ οὐκ ἀνελήμφθη εἰς τὸ βασιλικόν, πλὴν Αννας τῆς γυναικός μου καὶ Τωβια τοῦ υἱοῦ μου. 21καὶ οὐ διῆλθον ἡμέραι τεσσαράκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ· καὶ ἔφυγον εἰς τὰ ὄρη Αραρατ, καὶ ἐβασίλευσεν Σαχερδονος υἱὸς αὐτοῦ μετ᾽ αὐτόν. καὶ ἔταξεν Αχιχαρον τὸν Αναηλ τὸν τοῦ ἀδελφοῦ μου υἱὸν ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς εἶχεν τὴν ἐξουσίαν ἐπὶ πᾶσαν τὴν διοίκησιν. 22τότε ἠξίωσεν Αχιχαρος περὶ ἐμοῦ, καὶ κατῆλθον εἰς τὴν Νινευη. Αχιχαρος γὰρ ἦν ὁ ἀρχιοινοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής ἐπὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων, καὶ κατέστησεν αὐτὸν Σαχερδονος ἐκ δευτέρας· ἦν δὲ ἐξάδελφός μου καὶ ἐκ τῆς συγγενείας μου.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart