1Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε·
μάθετε, δικασταὶ περάτων γῆς·
2ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους
καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν·
3ὅτι ἐδόθη παρὰ κυρίου ἡ κράτησις ὑμῖν
καὶ ἡ δυναστεία παρὰ ὑψίστου,
ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει·
4ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς
οὐδὲ ἐφυλάξατε νόμον
οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε.
5φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν,
ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται.
6ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους,
δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·
7οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης
οὐδὲ ἐντραπήσεται μέγεθος,
ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν
ὁμοίως τε προνοεῖ περὶ πάντων,
8τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα.
9πρὸς ὑμᾶς οὖν, ὦ τύραννοι, οἱ λόγοι μου,
ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε·
10οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται,
καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.
11ἐπιθυμήσατε οὖν τῶν λόγων μου,
ποθήσατε καὶ παιδευθήσεσθε.
12Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν
καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν,
13φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι.
14ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει·
πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ.
15τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης,
καὶ ὁ ἀγρυπνήσας δι᾽ αὐτὴν ταχέως ἀμέριμνος ἔσται·
16ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα
καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς
καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς.
17ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία,
φροντὶς δὲ παιδείας ἀγάπη,
18ἀγάπη δὲ τήρησις νόμων αὐτῆς,
προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας,
19ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ·
20ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.
21εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν,
τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
22τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ
καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια,
ἀλλὰ ἀπ᾽ ἀρχῆς γενέσεως ἐξιχνιάσω
καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνῶσιν αὐτῆς
καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν.
23οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω,
ὅτι οὗτος οὐ κοινωνήσει σοφίᾳ.
24πλῆθος δὲ σοφῶν σωτηρία κόσμου,
καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου.
25ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου, καὶ ὠφεληθήσεσθε.