1Καὶ Τωβιτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν
2Εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ,
ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεᾷ,
κατάγει εἰς ᾅδην καὶ ἀνάγει,
καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ.
3ἐξομολογεῖσθε αὐτῷ, οἱ υἱοὶ Ισραηλ, ἐνώπιον τῶν ἐθνῶν,
ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς·
4ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ,
ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος,
καθότι αὐτὸς κύριος ἡμῶν καὶ θεός,
αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας.
5καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν
καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐθνῶν,
οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς.
6Ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ καρδίᾳ ὑμῶν
καὶ ἐν ὅλῃ τῇ ψυχῇ ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν,
τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφ᾽ ὑμῶν.
7καὶ θεάσασθε ἃ ποιήσει μεθ᾽ ὑμῶν,
καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν·
καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης
καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων.
8ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ
καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνει ἁμαρτωλῶν
Ἐπιστρέψατε, ἁμαρτωλοί, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ·
τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν;
9τὸν θεόν μου ὑψῶ
καὶ ἡ ψυχή μου τὸν βασιλέα τοῦ οὐρανοῦ
καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ.
10λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτῷ ἐν Ιεροσολύμοις
Ιεροσόλυμα πόλις ἁγία,
μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου
καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων.
11ἐξομολογοῦ τῷ κυρίῳ ἀγαθῶς
καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων,
ἵνα πάλιν ἡ σκηνὴ αὐτοῦ οἰκοδομηθῇ σοι μετὰ χαρᾶς.
12Καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους
καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους
εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
13ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα κυρίου τοῦ θεοῦ
δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ,
γενεαὶ γενεῶν δώσουσίν σοι ἀγαλλίαμα.
14ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε·
εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα.
15χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων,
ὅτι συναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τῶν δικαίων·
ὦ μακάριοι οἱ ἀγαπῶντές σε,
χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου.
16μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ πάσαις ταῖς μάστιξίν σου,
ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου
καὶ εὐφρανθήσονται εἰς τὸν αἰῶνα.
ἡ ψυχή μου εὐλογείτω τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν.
17ὅτι οἰκοδομηθήσεται Ιερουσαλημ σαπφείρῳ καὶ σμαράγδῳ
καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου
καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες ἐν χρυσίῳ καθαρῷ,
καὶ αἱ πλατεῖαι Ιερουσαλημ βηρύλλῳ καὶ ἄνθρακι καὶ λίθῳ ἐκ Σουφιρ ψηφολογηθήσονται.
18καὶ ἐροῦσιν πᾶσαι αἱ ῥῦμαι αὐτῆς Αλληλουια καὶ αἰνέσουσιν
λέγοντες Εὐλογητὸς ὁ θεός, ὃς ὕψωσεν πάντας τοὺς αἰῶνας.