1Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη,
ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου,
ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου,
ἔπιον οἶνόν μου μετὰ γάλακτός μου·
φάγετε, πλησίοι, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί,
2Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ.
φωνὴ ἀδελφιδοῦ μου, κρούει ἐπὶ τὴν θύραν
Ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου,
περιστερά μου, τελεία μου,
ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου
καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.
3Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν;
ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;
4ἀδελφιδός μου ἀπέστειλεν χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς,
καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ᾽ αὐτόν.
5ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου,
χεῖρές μου ἔσταξαν σμύρναν,
δάκτυλοί μου σμύρναν πλήρη
ἐπὶ χεῖρας τοῦ κλείθρου.
6ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου,
ἀδελφιδός μου παρῆλθεν·
ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ,
ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν,
ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μου.
7εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει,
ἐπάταξάν με, ἐτραυμάτισάν με,
ἦραν τὸ θέριστρόν μου ἀπ᾽ ἐμοῦ φύλακες τῶν τειχέων.
8ὥρκισα ὑμᾶς, θυγατέρες Ιερουσαλημ,
ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ;
ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ.
9Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξίν,
τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς;
10Ἀδελφιδός μου λευκὸς καὶ πυρρός,
ἐκλελοχισμένος ἀπὸ μυριάδων·
11κεφαλὴ αὐτοῦ χρυσίον καὶ φαζ,
βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ,
12ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων
λελουσμέναι ἐν γάλακτι
καθήμεναι ἐπὶ πληρώματα ὑδάτων,
13σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά,
χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη,
14χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι θαρσις,
κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου,
15κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι
τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς,
εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι,
16φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία·
οὗτος ἀδελφιδός μου,
καὶ οὗτος πλησίον μου, θυγατέρες Ιερουσαλημ.