1Ἐξομολογήσομαί σοι, κύριε βασιλεῦ,
καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου,
ἐξομολογοῦμαι τῷ ὀνόματί σου,
2ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι
καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας
καὶ ἐκ παγίδος διαβολῆς γλώσσης,
ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος
καὶ ἔναντι τῶν παρεστηκότων
ἐγένου βοηθὸς καὶ ἐλυτρώσω με
3κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου
ἐκ βρυγμῶν ἕτοιμον εἰς βρῶμα,
ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου,
ἐκ πλειόνων θλίψεων, ὧν ἔσχον,
4ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν
καὶ ἐκ μέσου πυρός, οὗ οὐκ ἐξέκαυσα,
5ἐκ βάθους κοιλίας ᾅδου
καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς.
6βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου.
ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου,
καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω.
7περιέσχον με πάντοθεν, καὶ οὐκ ἦν ὁ βοηθῶν·
ἐνέβλεπον εἰς ἀντίλημψιν ἀνθρώπων, καὶ οὐκ ἦν.
8καὶ ἐμνήσθην τοῦ ἐλέους σου, κύριε,
καὶ τῆς ἐργασίας σου τῆς ἀπ᾽ αἰῶνος,
ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε
καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν.
9καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου
καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην·
10ἐπεκαλεσάμην κύριον πατέρα κυρίου μου
μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως,
ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας·
αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς
καὶ ὑμνήσω ἐν ἐξομολογήσει.
11καὶ εἰσηκούσθη ἡ δέησίς μου·
ἔσωσας γάρ με ἐξ ἀπωλείας
καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ.
12διὰ τοῦτο ἐξομολογήσομαί σοι καὶ αἰνέσω σε
καὶ εὐλογήσω τῷ ὀνόματι κυρίου.
13Ἔτι ὢν νεώτερος πρὶν ἢ πλανηθῆναί με
ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου.
14ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς
καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν.
15ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς
εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ.
ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι,
ἐκ νεότητός μου ἴχνευον αὐτήν.
16ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην
καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν.
17προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ·
τῷ διδόντι μοι σοφίαν δώσω δόξαν.
18διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν
καὶ ἐζήλωσα τὸ ἀγαθὸν καὶ οὐ μὴ αἰσχυνθῶ.
19διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ
καὶ ἐν ποιήσει νόμου διηκριβασάμην.
τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος
καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα.
20τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν
καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν.
καρδίαν ἐκτησάμην μετ᾽ αὐτῆς ἀπ᾽ ἀρχῆς·
διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ.
21καὶ ἡ κοιλία μου ἐταράχθη τοῦ ἐκζητῆσαι αὐτήν·
διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα.
22ἔδωκεν κύριος γλῶσσάν μοι μισθόν μου,
καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν.
23ἐγγίσατε πρός με, ἀπαίδευτοι,
καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας.
24τί ὅτι ὑστερεῖσθαι λέγετε ἐν τούτοις
καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα;
25ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα
Κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυρίου.
26τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν,
καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν.
ἐγγύς ἐστιν εὑρεῖν αὐτήν.
27ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα
καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν.
28μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου
καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ.
29εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ,
καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ.
30ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ,
καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.