1Καὶ ἀνέστη Ηλιας προφήτης ὡς πῦρ,
καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·
2ὃς ἐπήγαγεν ἐπ᾽ αὐτοὺς λιμὸν
καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς·
3ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν,
κατήγαγεν οὕτως τρὶς πῦρ.
4ὡς ἐδοξάσθης, Ηλια, ἐν θαυμασίοις σου·
καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;
5ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου
καὶ ἐξ ᾅδου ἐν λόγῳ ὑψίστου·
6ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν
καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·
7ἀκούων ἐν Σινα ἐλεγμὸν
καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως·
8ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα
καὶ προφήτας διαδόχους μετ᾽ αὐτόν·
9ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς
ἐν ἅρματι ἵππων πυρίνων·
10ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς
κοπάσαι ὀργὴν πρὸ θυμοῦ,
ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν
καὶ καταστῆσαι φυλὰς Ιακωβ.
11μακάριοι οἱ ἰδόντες σε
καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι·
καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.
12Ηλιας ὃς ἐν λαίλαπι ἐσκεπάσθη,
καὶ Ελισαιε ἐνεπλήσθη πνεύματος αὐτοῦ·
καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος,
καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.
13πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν,
καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σῶμα αὐτοῦ·
14καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα,
καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.
15Ἐν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαὸς
καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν,
ἕως ἐπρονομεύθησαν ἀπὸ γῆς αὐτῶν
καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ.
16καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός,
καὶ ἄρχων ἐν τῷ οἴκῳ Δαυιδ·
τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν,
τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.
17Εζεκιας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ
καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ,
ὤρυξεν σιδήρῳ ἀκρότομον
καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα.
18ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηριμ
καὶ ἀπέστειλεν Ραψακην, καὶ ἀπῆρεν·
καὶ ἐπῆρεν χεῖρα αὐτοῦ ἐπὶ Σιων
καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ.
19τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν,
καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·
20καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα
ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν.
καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν
καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ησαιου·
21ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων,
καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.
22ἐποίησεν γὰρ Εζεκιας τὸ ἀρεστὸν κυρίῳ
καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυιδ τοῦ πατρὸς αὐτοῦ,
ἃς ἐνετείλατο Ησαιας ὁ προφήτης
ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.
23ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος
καὶ προσέθηκεν ζωὴν βασιλεῖ.
24πνεύματι μεγάλῳ εἶδεν τὰ ἔσχατα
καὶ παρεκάλεσεν τοὺς πενθοῦντας ἐν Σιων.
25ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα
καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.