1Καὶ μετὰ τοῦτον ἀνέστη Ναθαν
προφητεύειν ἐν ἡμέραις Δαυιδ.
2ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου,
οὕτως Δαυιδ ἀπὸ τῶν υἱῶν Ισραηλ.
3ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίφοις
καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων.
4ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινεν γίγαντα
καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ
ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης
καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιαθ;
5ἐπεκαλέσατο γὰρ κύριον τὸν ὕψιστον,
καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος
ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ
ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ.
6οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν
καὶ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις κυρίου
ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης·
7ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν
καὶ ἐξουδένωσεν Φυλιστιιμ τοὺς ὑπεναντίους,
ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας.
8ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν
ἁγίῳ ὑψίστῳ ῥήματι δόξης·
ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν
καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν.
9καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου
καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη·
10ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν
καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας
ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ
καὶ ἀπὸ πρωίας ἠχεῖν τὸ ἁγίασμα.
11κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ
καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ
καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων
καὶ θρόνον δόξης ἐν τῷ Ισραηλ.
12Μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων
καὶ δι᾽ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ·
13Σαλωμων ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης,
ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν,
ἵνα στήσῃ οἶκον ἐπ᾽ ὀνόματι αὐτοῦ
καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.
14ὡς ἐσοφίσθης ἐν νεότητί σου
καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως.
15γῆν ἐπεκάλυψεν ἡ ψυχή σου,
καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων·
16εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου,
καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου·
17ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς
καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χῶραι.
18ἐν ὀνόματι κυρίου τοῦ θεοῦ
τοῦ ἐπικεκλημένου θεοῦ Ισραηλ
συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον
καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον.
19παρανέκλινας τὰς λαγόνας σου γυναιξὶν
καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου·
20ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου
καὶ ἐβεβήλωσας τὸ σπέρμα σου
ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου
καὶ κατανυγῆναι ἐπὶ τῇ ἀφροσύνῃ σου
21γενέσθαι δίχα τυραννίδα
καὶ ἐξ Εφραιμ ἄρξαι βασιλείαν ἀπειθῆ.
22ὁ δὲ κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ
καὶ οὐ μὴ διαφθείρῃ ἀπὸ τῶν λόγων αὐτοῦ
οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα
καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ·
καὶ τῷ Ιακωβ ἔδωκεν κατάλειμμα
καὶ τῷ Δαυιδ ἐξ αὐτοῦ ῥίζαν.
23Καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ
καὶ κατέλιπεν μετ᾽ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ
λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει
Ροβοαμ, ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ.
24καὶ Ιεροβοαμ υἱὸς Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ
καὶ ἔδωκεν τῷ Εφραιμ ὁδὸν ἁμαρτίας·
καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα
ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν·
25καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν,
ἕως ἐκδίκησις ἔλθῃ ἐπ᾽ αὐτούς.