1Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους
καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει·
2πολλὴν δόξαν ἔκτισεν ὁ κύριος,
τὴν μεγαλωσύνην αὐτοῦ ἀπ᾽ αἰῶνος.
3κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν
καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει·
βουλεύοντες ἐν συνέσει αὐτῶν,
ἀπηγγελκότες ἐν προφητείαις·
4ἡγούμενοι λαοῦ ἐν διαβουλίοις
καὶ συνέσει γραμματείας λαοῦ,
σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν·
5ἐκζητοῦντες μέλη μουσικῶν
καὶ διηγούμενοι ἔπη ἐν γραφῇ·
6ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι,
εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν·
7πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν,
καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα.
8εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα
τοῦ ἐκδιηγήσασθαι ἐπαίνους·
9καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον
καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες
καὶ ἐγένοντο ὡς οὐ γεγονότες
καὶ τὰ τέκνα αὐτῶν μετ᾽ αὐτούς.
10ἀλλ᾽ ἢ οὗτοι ἄνδρες ἐλέους,
ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν·
11μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ,
ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν·
12ἐν ταῖς διαθήκαις ἔστη τὸ σπέρμα αὐτῶν
καὶ τὰ τέκνα αὐτῶν δι᾽ αὐτούς·
13ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν,
καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται·
14τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη,
καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς·
15σοφίαν αὐτῶν διηγήσονται λαοί,
καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία.
16Ενωχ εὐηρέστησεν κυρίῳ καὶ μετετέθη
ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς.
17Νωε εὑρέθη τέλειος δίκαιος,
ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα·
διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ,
ὅτε ἐγένετο κατακλυσμός·
18διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν,
ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.
19Αβρααμ μέγας πατὴρ πλήθους ἐθνῶν,
καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ·
20ὃς συνετήρησεν νόμον ὑψίστου
καὶ ἐγένετο ἐν διαθήκῃ μετ᾽ αὐτοῦ·
ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην
καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·
21διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ
ἐνευλογηθῆναι ἔθνη ἐν σπέρματι αὐτοῦ,
πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς
καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ
καὶ κατακληρονομῆσαι αὐτοὺς
ἀπὸ θαλάσσης ἕως θαλάσσης
καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς.
22καὶ ἐν τῷ Ισαακ ἔστησεν οὕτως
δι᾽ Αβρααμ τὸν πατέρα αὐτοῦ.
23εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην
κατέπαυσεν ἐπὶ κεφαλὴν Ιακωβ·
ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ
καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ·
καὶ διέστειλεν μερίδας αὐτοῦ,
ἐν φυλαῖς ἐμέρισεν δέκα δύο.