1Γαυρίαμα ὕψους στερέωμα καθαριότητος,
εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.
2ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ
σκεῦος θαυμαστόν, ἔργον ὑψίστου·
3ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν,
καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;
4κάμινον φυσῶν ἐν ἔργοις καύματος,
τριπλασίως ἥλιος ἐκκαίων ὄρη·
ἀτμίδας πυρώδεις ἐκφυσῶν
καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς.
5μέγας κύριος ὁ ποιήσας αὐτόν,
καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν.
6Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς,
ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος·
7ἀπὸ σελήνης σημεῖον ἑορτῆς,
φωστὴρ μειούμενος ἐπὶ συντελείας.
8μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν
αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει,
σκεῦος παρεμβολῶν ἐν ὕψει,
ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων.
9κάλλος οὐρανοῦ δόξα ἄστρων,
κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου·
10ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα
καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν.
11ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ
σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ·
12ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης,
χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό.
13Προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα
καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ·
14διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί,
καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά·
15ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας,
καὶ διεθρύβησαν λίθοι χαλάζης·
16καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη,
ἐν θελήματι αὐτοῦ πνεύσεται νότος.
17φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν
καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος.
18ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα,
καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς·
κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός,
καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία.
19καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει,
καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα.
20ψυχρὸς ἄνεμος βορέης πνεύσει,
καὶ παγήσεται κρύσταλλος ἐφ᾽ ὕδατος·
ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει,
καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ.
21καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει
καὶ ἀποσβέσει χλόην ὡς πῦρ.
22ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη,
δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.
23Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον
καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους.
24οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς,
καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν·
25καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα,
ποικιλία παντὸς ζῴου, κτίσις κητῶν.
26δι᾽ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ,
καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα.
27Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα,
καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός.
28δοξάζοντες ποῦ ἰσχύσομεν;
αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ.
29φοβερὸς κύριος καὶ σφόδρα μέγας,
καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ.
30δοξάζοντες κύριον ὑψώσατε
καθ᾽ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι·
καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι,
μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε.
31τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται;
καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν;
32πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων,
ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ·
33πάντα γὰρ ἐποίησεν ὁ κύριος
καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν