1Ψαλμὸς τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ιουδαίας.
2Ὁ θεὸς ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω·
ἐδίψησέν σοι ἡ ψυχή μου.
ποσαπλῶς σοι ἡ σάρξ μου
ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ;
3οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι
τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
4ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς·
τὰ χείλη μου ἐπαινέσουσίν σε.
5οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου,
ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
6ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου,
καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
7εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου,
ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
8ὅτι ἐγενήθης βοηθός μου,
καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
9ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου,
ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.
10αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου,
εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·
11παραδοθήσονται εἰς χεῖρας ῥομφαίας,
μερίδες ἀλωπέκων ἔσονται.
12ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ,
ἐπαινεσθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ,
ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.