PSALMI 19
1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
2Ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως,
ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ.
3ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου
καὶ ἐκ Σιων ἀντιλάβοιτό σου.
4μνησθείη πάσης θυσίας σου
καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
διάψαλμα.
5δῴη σοι κατὰ τὴν καρδίαν σου
καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
6ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου
καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου.
7νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ·
ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ·
ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
8οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις,
ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
9αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν,
ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.
10κύριε, σῶσον τὸν βασιλέα σου
καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart