PSALMI 149
1Αλληλουια.
Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν,
ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
2εὐφρανθήτω Ισραηλ ἐπὶ τῷ ποιήσαντι αὐτόν,
καὶ υἱοὶ Σιων ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν·
3αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ,
ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ,
4ὅτι εὐδοκεῖ κύριος ἐν λαῷ αὐτοῦ
καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
5καυχήσονται ὅσιοι ἐν δόξῃ
καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν·
6αἱ ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν,
καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν
7τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν,
ἐλεγμοὺς ἐν τοῖς λαοῖς,
8τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις
καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς,
9τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον·
δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart