PSALMI 147
1Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.
Ἐπαίνει, Ιερουσαλημ, τὸν κύριον,
αἴνει τὸν θεόν σου, Σιων,
2ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου,
εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί·
3ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην
καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·
4ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ,
ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ
5τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον,
ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος,
6βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς,
κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;
7ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά·
πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.
8ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ιακωβ,
δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ισραηλ.
9οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει
καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart