PSALMI 141
1Συνέσεως τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή.
2Φωνῇ μου πρὸς κύριον ἐκέκραξα,
φωνῇ μου πρὸς κύριον ἐδεήθην.
3ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου,
τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
4ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου
καὶ σὺ ἔγνως τὰς τρίβους μου·
ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
5κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον,
ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με·
ἀπώλετο φυγὴ ἀπ᾽ ἐμοῦ,
καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
6ἐκέκραξα πρὸς σέ, κύριε,
εἶπα Σὺ εἶ ἡ ἐλπίς μου,
μερίς μου ἐν γῇ ζώντων.
7πρόσχες πρὸς τὴν δέησίν μου,
ὅτι ἐταπεινώθην σφόδρα·
ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με,
ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
8ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου
τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου, κύριε·
ἐμὲ ὑπομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart