LEUITICUS 9
1Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκάλεσεν Μωυσῆς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν Ισραηλ. 2καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Λαβὲ σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου· 3καὶ τῇ γερουσίᾳ Ισραηλ λάλησον λέγων Λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα, 4καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ, ὅτι σήμερον κύριος ὀφθήσεται ἐν ὑμῖν. 5καὶ ἔλαβον, καθὸ ἐνετείλατο Μωυσῆς, ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσῆλθεν πᾶσα συναγωγὴ καὶ ἔστησαν ἔναντι κυρίου. 6καὶ εἶπεν Μωυσῆς Τοῦτο τὸ ῥῆμα, ὃ εἶπεν κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν δόξα κυρίου. 7καὶ εἶπεν Μωυσῆς τῷ Ααρων Πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ. 8καὶ προσῆλθεν Ααρων πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας· 9καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν, καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· 10καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον, ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ· 11καὶ τὰ κρέα καὶ τὴν βύρσαν, κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς. 12καὶ ἔσφαξεν τὸ ὁλοκαύτωμα· καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ· 13καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτῷ κατὰ μέλη, αὐτὰ καὶ τὴν κεφαλήν, καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον· 14καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον. 15καὶ προσήνεγκαν τὸ δῶρον τοῦ λαοῦ· καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ καὶ ἔσφαξεν αὐτὸ καθὰ καὶ τὸ πρῶτον. 16καὶ προσήνεγκεν τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό, ὡς καθήκει. 17καὶ προσήνεγκεν τὴν θυσίαν καὶ ἔπλησεν τὰς χεῖρας ἀπ᾽ αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωινοῦ. 18καὶ ἔσφαξεν τὸν μόσχον καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ· καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεεν πρὸς τὸ θυσιαστήριον κύκλῳ· 19καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου καὶ τοῦ κριοῦ, τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος, 20καὶ ἐπέθηκεν τὰ στέατα ἐπὶ τὰ στηθύνια, καὶ ἀνήνεγκαν τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον. 21καὶ τὸ στηθύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν Ααρων ἀφαίρεμα ἔναντι κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. — 22καὶ ἐξάρας Ααρων τὰς χεῖρας ἐπὶ τὸν λαὸν εὐλόγησεν αὐτούς· καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου. 23καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν, καὶ ὤφθη ἡ δόξα κυρίου παντὶ τῷ λαῷ. 24καὶ ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα, καὶ εἶδεν πᾶς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart